Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.110 Joseph. AJ 20.115 (English) >>Joseph. AJ 20.121

20.113

Οὔπω δʼ αὐτῶν τὸ πρῶτον πένθος ἐπέπαυτο καὶ κακὸν ἄλλο προσέπιπτεν· τῶν γὰρ ἀφεστώτων ἐπὶ νεωτερισμῷ τινες κατὰ τὴν δημοσίαν ὁδὸν ὡς ἑκατὸν σταδίων ἄπωθεν τῆς πόλεως Στέφανον Καίσαρος δοῦλον ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν διαρπάζουσιν. 20.114ἀκούσας δὲ τὸ πραχθὲν Κουμανὸς εὐθὺς πέμπει στρατιώτας, κελεύσας αὐτοῖς τὰς πλησίον κώμας διαρπάσαι, τοὺς δʼ ἐπιφανεστάτους αὐτῶν δήσαντας ἐπʼ αὐτὸν ἄγειν. 20.115τῆς δὲ πορθήσεως γενομένης τῶν στρατιωτῶν τις τοὺς Μωυσέως νόμους ἔν τινι κώμῃ λαβὼν κειμένους προκομίσας εἰς τὴν πάντων ὄψιν διέσχισεν ἐπιβλασφημῶν καὶ πολλὰ κατακερτομῶν. 20.116Ἰουδαῖοι δὲ ταῦτα ἀκούσαντες καὶ πολλοὶ συνδραμόντες καταβαίνουσιν εἰς Καισάρειαν, ἐκεῖ γὰρ ἐτύγχανεν Κουμανὸς ὤν, ἱκετεύοντες μὴ αὐτοὺς ἀλλὰ τὸν θεὸν οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι· ζῆν γὰρ οὐχ ὑπομένειν τῶν πατρίων αὐτοῖς οὕτως περιυβρισμένων. καὶ Κουμανὸς δείσας, 20.117μὴ πάλιν νεωτερίσειεν τὸ πλῆθος, συμβουλευσάντων καὶ τῶν φίλων τὸν ἐνυβρίσαντα τοῖς νόμοις στρατιώτην πελεκίσας ἔπαυσεν τὴν στάσιν ἐκ δευτέρου μέλλουσαν ἐξάπτεσθαι. 20.118

Γίνεται δὲ καὶ Σαμαρείταις πρὸς Ἰουδαίους ἔχθρα διʼ αἰτίαν τοιαύτην· ἔθος ἦν τοῖς Γαλιλαίοις ἐν ταῖς ἑορταῖς εἰς τὴν ἱερὰν πόλιν παραγινομένοις ὁδεύειν διὰ τῆς Σαμαρέων χώρας. καὶ τότε καθʼ ὁδὸν αὐτοῖς κώμης Γιναῆς λεγομένης τῆς ἐν μεθορίῳ κειμένης Σαμαρείας τε καὶ τοῦ μεγάλου πεδίου τινὲς συνάψαντες μάχην πολλοὺς αὐτῶν ἀναιροῦσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.110 Joseph. AJ 20.115 (English) >>Joseph. AJ 20.121

Powered by PhiloLogic